Διδαχές

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Ποίημα τοῦ Μητροπολίτου Ῥόδου Κυρίλλου.

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου οἱ πιστοὶ τῇ Εἰκόνι, δεῦτε προσπέσωμεν αὐτῇ ἐκβοῶντες·
Τσαμπίκα Θεονύμφευτε, ἐπάκουσον ἡμῶν, τῶν θερμῶν δεήσεων, ὡς
φιλεύσπλαγχνος Μήτηρ, καὶ ἐκ πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς
πεποιθότας Κόρη ἐπὶ σοί, καὶ προσκυνοῦντας τὸν ἄχραντον τόκον σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ
γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων;
τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».

Ὠιδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Θεόνυμφε Μῆτερ τοῦ Ἰησοῦ, Ἄχραντε Τσαμπίκα, ὡς ὑπάρχουσα εὐμενής,
βοήθει καὶ φύλαττε καὶ σκέπε, τοὺς τὸ γλυκύ σου προφέροντας ὄνομα.
Παθῶν με ποικίλων ἐπιφοραί, Πάναγνε Τσαμπίκα, ἐκταράττουσι χαλεπῶς·
ἀλλ᾿ ὡς ἀγαθὴ ἀντιλαβοῦ μου, τῇ εὐαγῇ σου Εἰκόνα προστρέχοντος.
Μή με ἀποῤῤίψης τὸν ταπεινόν, προσπίπτοντα Μῆτερ, τῇ Εἰκόνι σου
εὐσεβῶς, καὶ ὑμνολογοῦντα κατὰ χρέος, τὰ μεγαλεῖα Τσαμπίκα τῆς δόξης
σου.
Κυρία Τσαμπίκα Μῆτερ Ἁγνή, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, ἡμῖν
ἐκ τῆς θείας σου Εἰκόνος, τῶν οἰκτιρμῶν σου τὸ ὕδωρ ἀνάβλυσον.

Ὠιδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ε᾿ν παντοίαις ἀνάγκαις, καὶ συμφοραῖς Ἄχραντε, εὕρομεν καλήν σε
προστάτιν, καὶ καταφύγιον· διὸ ὑμνοῦμέν σε, ἐν εὐφροσύνῃ Τσαμπίκα, τὴν
σεπτὴν Εἰκόνα σου, κατασπαζόμενοι.
Τὸν ἐκ σοῦ σαρκωθέντα, ἄνευ σπορᾶς Κύριον, Ἄχραντε Παρθένε Τσαμπίκα,
θερμῶς δυσώπησον, ἵνα δωρήσηται, οἷα Θεὸς ἐλεήμων, τοῖς ὑμνολογοῦσί σε,
πταισμάτων ἄφεσιν.
Ε᾿ξειπεῖν τίς ἰσχύσει, τὰ ὑπὲρ νοῦν θαύματα, ἅπερ τοῖς προστρέχουσι
πίστει, ἐργάζῃ πάντοτε· ἀλλὰ ἰάτρευσον, ψυχῶν ἡμῶν καὶ σωμάτων, τὰ δεινὰ
νοσήματα, Τσαμπίκα Ἄχραντε.
Υ῾περύμνητε Μῆτερ, ἐκ πειρασμῶν λύτρωσαι, καὶ πειρατηρίων παντοίων, τὴν
κληρουχίαν σου, ὥσπερ ἐχέγγυον, τῆς μητρικῆς σου εὐνοίας, τὴν σεπτὴν
Εἰκόνα σου, Τσαμπίκα ἔχουσα.
Διάσωσον Εὐλογημένη Τσαμπίκα Θεοκυῆτορ, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Κυρία Ἁγνή, Τσαμπίκα Θεονύμφευτε, προστάτις ἀεὶ, ὑπάρχεις καὶ
ἀντίληψις, τῶν φερόντων Ἄχραντε, τὸ γλυκύ σου ἐν χείλεσιν ὄνομα· διὸ
Παρθένε λύτρωσαι ἡμᾶς, ἐχθροῦ τῶν δολίων ἐπιθέσεων.

Ὠιδὴ δ´. Εἰσακήκοα Κύριε.
Χαλεπῶς κινδυνεύοντας, ἐν ταῖς περιστάσεσι τοὺς οἰκέτας σου, ὦ Τσαμπίκα ὡς φιλεύσπλαγχνος, οἴκτειρον καὶ σῶσον τῇ προνοίᾳ σου.
Η῾ θερμή σου ἀντίληψις, γένοιτο ἀκλόνητον περιτείχισμα, τοῖς Τσαμπίκα Ἀειπάρθενε, σέβουσι Μορφῆς σου τὸ ἐκτύπωμα.
Τοῦ ἀλάστορος σύντριψον, Ἄχραντε τὸ φρύαγμα διασῴζουσα, ἐξ ὀλέθρου τοὺς καλοῦντάς σε, σύμμαχον ἐν βίῳ καὶ ὑπέρμαχον.
Ρ῾εῖθρον ἄϋλον χάριτος, βλῦσον ὦ Τσαμπίκα ἐκ τῆς Εἰκόνος σου, χαρμονῆς πληροῦσα ἅπαντας, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ὠιδὴ ε´. Φώτισον ἡμᾶς.
Βρύει δαψιλῶς, συμπαθείας κρουνοὺς πάντοτε, ὦ Τσαμπίκα ἡ τιμία σου Εἰκών, τὰς ψυχὰς παρακαλοῦσα τῶν τιμώντων σε.
Δρόσον μυστικῆς, παρακλήσεως ἐπίσταξον, ταῖς ψυχαῖς τῶν προστρεχόντων εὐλαβῶς, τῇ Εἰκόνι σου Τσαμπίκα ὑπερθαύμαστε.
Ε᾿ξ ἐπηρειῶν, ὀλεθρίων Ἀειπάρθενε, ἐξελοῦ τοὺς προσκυνοῦντας σχετικῶς, τὸ ἐκτύπωμα Μορφῆς σου τὸ θαυμάσιον.
Ι῎αμα ἡμῖν, γενηθήτω ἡ πρεσβεία σου, πρὸς τὸν Κύριον Τσαμπίκα ἀγαθή, τῶν ἀφράστως σαρκωθέντα ἐξ αἱμάτων σου.

Ὠιδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τοῖς θαύμασιν ὑπὲρ νοῦν Πανάχραντε, δοξασθεῖσα ἡ ἁγία Εἰκών σου,
εὐεργεσίας ἀεὶ διανέμει, τὰς δωρεὰς τοῖς ἀξίως προστρέχουσιν. Ὅθεν
ἐπίσκεψαι ἡμῶν, Θεοτόκε Τσαμπίκα τὴν κάκωσιν.
Παράδεισος ἀληθῶς Θεόνυμφε, ὁ σεβάσμιος ὑπάρχει Ναός σου, ξύλον ζωῆς
τὴν Εἰκόνα σου ἔχων, ἐξ ἧς τρυγῶντες Τσαμπίκα τὴν χάριν σου, ἀγαλλιάσεως
τερπνῆς, οἱ πιστοὶ τὰς καρδίας πληρούμεθα.
Ο῾ νοῦς μου ἐσκοτισμένος Δέσποινα, ταῖς πολλαῖς μου ἁμαρτίαις ὑπάρχει·
ἀλλὰ φωτὶ τοῦ φαιδροῦ σου προσώπου, τοῦ ἐκ τῆς θείας Εἰκόνος σου
λάμποντος, Τσαμπίκα Μῆτερ τοῦ Θεοῦ, τὸν οἰκτρόν σου οἰκέτην καταύγασον.
Λαόν σου τὸν εὐσεβῶς κηρύττοντα, τὰ πολλά σου μεγαλεῖα Τσαμπίκα, τῆς
μητρικῆς σου προνοίας τῇ ῥάβδῳ, πρὸς σωτηρίου νομὴν καθοδήγησον, καὶ
σῷζε πάντοτε αὐτόν, ἀοράτων θηρῶν ἐπιθέσεως.
Διάσωσον Εὐλογημένη Τσαμπίκα Θεοκυῆτορ, ἀπὸ κινδύνων παντοίων καὶ θλίψεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς τῇ σεπτῇ σου Εἰκόνι προστρέχοντας, καὶ ἐκ καρδίας αἰνούντων τὴν
δόξαν σου, ἐλέους πηγὴ ὡς ὑπάρχουσα, τῆς χάριτος σου τῇ δρόσῳ ἀνάψυξον,
Τσαμπίκα τῆς Ῥόδου τὸ καύχημα.

Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς
τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ
σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ
ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν
τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη
Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙
Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ
πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς
ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει
ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί
μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ
τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ
δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας
τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Τσαμπίκα Πανάχραντε, Εὐλογημένη Μαρία, τῶν πιστῶν ἀγλάϊσμα, καὶ Ῥοδίων
ἔνθεον, ἀγαλλίαμα, τοῖς καταφεύγουσιν, ἀδιστάκτῳ πίστει, ἐν Ναῷ τῷ
παναγίῳ σου, καὶ ἀπονέμουσι, σέβας καὶ τιμὴν τῇ Εἰκόνι σου, τὴν σκέπην
σου ἐφάπλωσον, τὴν σωτηριώδην δεόμεθα, πάντας Θεοτόκε, φυλάττουσα ἡμᾶς
ἐκ πειρασμῶν, πειρατηρίων καὶ θλίψεων, νόσων καὶ κακώσεων.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Ὠιδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Η῾ ἁγία Εἰκών σου, χάριτός σου τοῖς ῥείθροις, ἀρδευομένη ἀεί, ἰάματα
πηγάζει, καὶ ῥῶσιν πρυτανεύει, τοῖς ἐν πίστει κραυγάζουσι· Χαῖρε
Τσαμπίκα Ἁγνή, τῆς κτίσεως Κυρία.
Ε᾿χαρίτωσας ὄντως, ἐνεργείᾳ ἀΰλῳ, τῆς μητρικῆς σου στοργῆς, τὴν θείαν
σου Εἰκόνα, ἐξ ἧς ἡμῖν μὴ παύσῃ, μυστικῶς ἀνατέλλουσα, τῆς εὐλογίας τῆς
σῆς, Τσαμπίκα τὰς ἐλλάμψεις.
Μετανοίας πρὸς τρίβον, καὶ πρὸς βίου ἐνθέου, τὰς ἀναβάσεις Ἁγνή, τῇ σῇ
ἐπιστασίᾳ, ὁδήγει τοὺς τιμῶντας, τὴν ἁγίαν Εἰκόνα σου, ὡς θησαυρὸν
ἀληθῆ, τῶν ξένων δωρεῶν σου.
Λογισμῶν πονηρίας, καὶ παθῶν ἐπηρείας, ἀπάλλαξόν μου τὸν νοῦν, καὶ
δύναμίν μοι δίδου, ἐργάζεσθαι Τσαμπίκα, τὸ σωτήριον θέλημα, τοῦ
σαρκωθέντος ἐκ σοῦ, εἰς κόσμου σωτηρίαν.

Ὠιδὴ η´. Τὸν Βασιλέα.
Τῇ σῇ προνοίᾳ, ὡς ἀληθῶς ἀνεδείχθη, ἀγαθῶν κρήνη Τσαμπίκα ἡ Εἰκών σου, δροσίζουσα πάντας, τοὺς σὲ ὑμνολογοῦντας.
Μὴ ἀποστρέψῃς, τὸ ἱλαρὸν πρόσωπόν σου, ἀφ᾿ ἡμῶν Θεομακάριστε Τσαμπίκα, τῶν καταφευγόντων, τῇ θείᾳ σου Εἰκόνι.
Τοῖς τρυχομένοις, νόσοις ψυχῶν καὶ σωμάτων, καὶ ἀντίληψιν τὴν σὴν ἐπιζητοῦσιν, ἴασιν καὶ ῥῶσιν, χορήγησον Τσαμπίκα.
Ο῾ εὐαγής σου, Ναὸς βλυστάνει Τσαμπίκα, τοῦ ἐλέους σου τὰ ῥεῖθρα ἀενάως, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν σου τόκον.

Ὠιδὴ θ´. Κυρίως Θεοτόκον.
Παθῶν τῆς ἀδοξίας, τοὺς δοξάζοντάς σου, τὰ ἀπειράριθμα θαύματα λύτρωσαι, Θεοκυῆτορ Τσαμπίκα, Ῥοδίων καύχημα.
Τοῖς σπεύδουσι Τσαμπίκα, τῷ σεπτῷ Ναῷ σου, καὶ προσκυνοῦσι τὴν θείαν Εἰκόνα σου, δίδου ἀεὶ τὰς αἰτήσεις, ὡς πολυεύσπλαγχνος.
Πανάχραντε Τσαμπίκα, ταύτην σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ πρεσβείᾳ σου, σῷζε ἀεὶ ἀπὸ πάσης, ὀργῆς καὶ θλίψεως.
Υ῾πέραγνε Παρθένε, Ἄχραντε Τσαμπίκα, μὴ καταισχύνῃς ἡμᾶς τοὺς οἰκέτας σου, ὅτι εἰς σὲ τὴν ἐλπίδα, ἀνατιθέμεθα.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ,
σὲ ὑμνολογοῦμεν, Θεόνυμφε Τσαμπίκα, Εἰκόνα σου τιμῶντες, τὴν
χαριτόβρυτον.
Η῟κεν ἐκ τῆς Κύπρου περιφανῶς, πάλαι ἡ Εἰκών σου, πρυτανεύουσα ἀγαθά,
Παρθένε Τσαμπίκα, ἡμῖν τοῖς ἀναξίοις· διὸ τὸ ἔλεος σου, πάντες
κηρύττομεν.
Βλύζει τοῦ ἐλέους σου δαψιλῶς, πάντοτε τὰ ῥεῖθρα, ἡ Εἰκών σου ἡ
θαυμαστή, ἀρδεύουσα πάντων, Τσαμπίκα τὰς καρδίας, τῶν ἐπικαλουμένων τὴν
προστασίαν σου.
Πάθη ἀπελαύνει τὰ χαλεπά, Πάναγνε Τσαμπίκα, καὶ διώκει νόσους πικράς,
μάστιγας ἰᾶται, καὶ ῥῶσιν πρυτανεύει, ἡ προϊοῦσα χάρις, ἐκ τῆς Εἰκόνος
σου.
Χαίρει τῇ Εἰκόνι σου τῇ λαμπρᾷ, Ἄχραντε Τσαμπίκα, ἡ Ῥοδόνησος εὐσεβῶς,
καὶ ἐπιβοῶσα, τὴν μητρικήν σου χάριν, τὸν τόκον σου δοξάζει, τὸν
ὑπερύμνητον.
Ε῎χοντες Εἰκόνα σου τὴν σεπτήν, Ἄχραντε Τσαμπίκα, ὡς τῆς χάριτος
θησαυρόν, ταύτην προσκυνοῦμεν, καὶ ἱκετεύομέν σε· Σῷζε τοὺς ἀφορῶντας,
πρὸς σὲ ἐκ πίστεως.
Σκέπε τοὺς προσπίπτοντας εὐλαβῶς, Ἄχραντε Τσαμπίκα, τῇ Εἰκόνι σου τῇ
σεπτῇ, καὶ πάρεχε πᾶσι, τοῖς σὲ προσκαλουμένοις, ἐλέους σου τὰ ῥεῖθρα,
καὶ χάριν ἄφθονον.
Κήρυκες ὑπάρχοντες τῶν πολλῶν, θαυμάτων σου Μῆτερ, σοῦ δεόμεθα ἐκτενῶς·
Ἄχραντε Τσαμπίκα, τῆς κτίσεως Κυρία, προστάτις ἡμῶν ἔσο, ἀεὶ καὶ
ἔφορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι
ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀσπασώμεθα πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, τῆς Παναχράντου Μητρός,
τὴν Εἰκόνα ἅπαντες, καὶ ἀνακράξωμεν· Θεοτόκε Ἀπείρανδρε, Κυρία
Τσαμπίκα, τῶν Ῥοδίων καύχημα, καὶ καταφύγιον, σῷζε ἀπὸ πάσης ἀνάγκης,
καὶ ἐπηρειῶν ὀλεθρίων, τοὺς ἐν τῷ Ναῷ σου καταφεύγοντας.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δεσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι᾿ εὐχῶν τῶν ἁγίων…
Δίστιχον.
Σῷζε Κύριλλον τὸν τῆς Ῥόδου Τσαμπίκα,
Σοὶ ὑφάναντα παρακλήσεως ὕμνον.

Ιερά Μητρόπολις Ρόδου

Σχόλια
Previous post

Συγκλονιστικό Θαύμα της Παναγίας.

Next post

Γερ. Παϊσιος: "Ο Θεός βλέπει τη διάθεση και βοηθάει..."