Προσευχές

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ Όταν μας ενοχλούν πονηροί λογισμοί

Παναγία Δέσποινά μου Θεοτόκε, ἀποδίωξον ἀπ᾿
ἐμοῦ τοῦ ἁμαρτωλοῦ καί ἀναξίου δούλου σου τήν ἀκηδίαν, τήν λήθην, τήν
ἄγνοιαν, τήν ἀμέλειαν καί πάντας τούς πονηρούς λογισμούς

και αἰσχρούς καί βλασφήμους· ἀποσόβησον ἐκ τῆς ἀθλίας καί ταλαιπώρου μου καρδίας καί ἐκ τῆς μεμολυσμένης μου ψυχῆς

καί τοῦ ἐσκοτισμένου μου νοός· καί κατάσβεσόν μου τήν φλόγα τῶν παθῶν καί ἐλέησον καί βοήθησόν μοι,

ὅτι ἀσθενής καί ταλαίπωρός εἰμι ἐγώ· καί ρῦσαί με ἀπό τῶν ἐπερχομένων
μοι πονηρῶν ἐνθυμήσεων

καί προλήψεων καί πασῶν τῶν κακῶν με ἐλευθέρωσον
πράξεων,
τῶν ἐν νυκτί καί ἡμέρα.

Ὅτι ὑπερευλογημένη ὑπάρχεις καί τό ὄνομά σου τό ἅγιον δεδοξασμένον εἰς τούς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

«Ὑπεραγία Θεοτόκε σῶσόν με»

Previous post

ΑΛΗΘΙΝΗ ΙΣΤΟΡΙΑ : Οι κόρες της Παναγίας !!

Next post

Από εδώ η Σαββίνα! Ένα σύγχρονο θαύμα του Αγίου Σάββα στη Καλύμνο